Add parallel Print Page Options

39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ [a]μαθηταί. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει [b]παρένεγκε [c]τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν [d]γινέσθω. 43 [e]ὤφθη δὲ αὐτῷ ἄγγελος [f]ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· [g]καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν [h]κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

47 [i]Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 [j]Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον [k]εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν [l]τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν [m]τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ [n]ὠτίου ἰάσατο αὐτόν. 52 εἶπεν [o]δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν [p]ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη [q]ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.

54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ [r]εἰσήγαγον εἰς [s]τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 [t]περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ [u]συγκαθισάντων ἐκάθητο ὁ Πέτρος [v]μέσος αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· 57 ὁ δὲ [w]ἠρνήσατο λέγων· [x]Οὐκ οἶδα αὐτόν, γύναι. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος [y]ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· 60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ [z]λόγου τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι [aa]σήμερον ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν [ab]ἔξω ἔκλαυσεν πικρῶς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:39 μαθηταί WH Treg NIV ] + αὐτοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 παρένεγκε WH Treg NIV ] παρενεγκεῖν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 τοῦτο τὸ ποτήριον WH Treg NIV ] τὸ ποτήριον τοῦτο RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 γινέσθω WH Treg NIV ] γενέσθω RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NIV RP ] [[WH]]
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ἀπ᾽ NIV RP ] ἀπὸ τοῦ [[WH]] Treg
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:44 καὶ ἐγένετο [[WH]] NIV ] ἐγένετο δὲ Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:45 κοιμωμένους αὐτοὺς WH Treg NIV ] αὐτοὺς κοιμωμένους RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:47 Ἔτι WH Treg NIV ] + δέ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:48 Ἰησοῦς δὲ WH Treg NIV ] Ὁ δὲ Ἰησοῦς RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:49 εἶπαν WH Treg NIV ] + αὐτῷ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NIV ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:50 τὸ οὖς αὐτοῦ WH Treg NIV ] αὐτοῦ τὸ οὖς RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:51 ὠτίου WH Treg NIV ] + αὐτοῦ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 δὲ WH Treg NIV ] + ὁ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:52 ἐξήλθατε WH Treg NIV ] ἐξεληλύθατε RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:53 ἐστὶν ὑμῶν WH Treg NIV ] ὑμῶν ἐστὶν RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 εἰσήγαγον WH Treg NIV ] + αὐτὸν RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:54 τὴν οἰκίαν WH Treg NIV ] τὸν οἶκον RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 περιαψάντων WH Treg NIV ] Ἁψάντων RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 συγκαθισάντων WH Treg NIV ] + αὐτῶν RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:55 μέσος WH Treg NIV ] ἐν μέσῳ RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 ἠρνήσατο WH Treg NIV ] + αὐτόν RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:57 Οὐκ οἶδα αὐτόν γύναι WH Treg NIV ] Γύναι οὐκ οἶδα αὐτόν RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:58 ἔφη WH Treg NIV ] εἴπεν RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 λόγου Treg RP ] ῥήματος WH NIV
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:61 σήμερον WH Treg NIV ] – RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:62 ἔξω WH Treg NIV ] + ὁ Πέτρος RP